TLG 2566 002 :: [AGATHON] :: Fragmenta

[AGATHON] Hist.
(Samius: Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 291–292.

frr. 1–4

Citation: Fragment — (line)

t1

ΣΚΥΘΙΚΑ. E LIBRO SECUNDO.

1

Plutarch. De fluv. c. 14, 5: Γεννᾶται δ’ ἐν αὐτῷ (Τανάϊδι) βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων Φρύξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστι μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες,
5οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται· μάλιστα δὲ φύεται παρὰ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δέ ἐστι ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσ‐ σημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας,
10ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας· κα‐ θὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν βʹ Σκυθικῶν.

t2

[ΑΙΓΥΠΤΙΑΚΑ?]

2

Plutarchus Par. min. c. 38: Βούσιρις, παῖς Πο‐ σειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δ’ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ
5ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Σάμιος.

t3

ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ.

3

Schol. Paris. Apollon. Rhod. II, 1015: Ἱερὸν δέ ἐστιν ὄνομα ὄρους. Καθήκει δὲ τὸ ὄρος εἰς τὸν Εὔ‐ ξεινον Πόντον. Μέμνηται αὐτοῦ Κτησίας, καὶ Σουΐ‐ δας ἐν βʹ περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστε‐
5ρον δὲ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ, ὃς καὶ ἀπέχειν αὐτό φησι σταδίους ἑκατὸν τῆς Τραπεζοῦντος.

t4

ΠΕΡΙ ΠΟΤΑΜΩΝ.

4

(t)

E LIBRO SECUNDO.
1 Plutarch. De fluv. 18: Ἴναχος ποταμός ἐστι τῆς Ἀργείας χώρας· ἐκαλεῖτο δὲ τὸ πρότερον Καρμάνωρ. Ἁλιάκμων δὲ, τῷ γένει Τιρύνθιος, ἐν τῷ Κακκυγίῳ ποιμαίνων ὄρει, καὶ κατ’ ἄγνοιαν τῇ Ῥέᾳ συγγινόμε‐
5νον τὸν Δία θεασάμενος, ἐμμανὴς ἐγένετο, καὶ μεθ’ ὁρμῆς ἐνεχθεὶς, ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Καρμά‐ νορα· ὃς ἀπ’ αὐτοῦ Ἁλιάκμων μετωνομάσθη· προσηγο‐ ρεύθη δ’ Ἴναχος δι’ αἰτίαν τοιαύτην. Ἴναχος, Ὠκεα‐ νοῦ παῖς, φθαρείσης τῆς θυγατρὸς αὐτοῦ Ἰοῦς ὑπὸ
10Διὸς, τὸν θεὸν βλασφήμοις λοιδορίαις ἐπέπληττε, κα‐ τόπιν ἀκολουθῶν· ὁ δ’ ἀναξιοπαθήσας ἔπεμψεν αὐτῷ Τισιφόνην, μίαν τῶν Ἐριννύων· ἀφ’ ἧς ἐξοιστρηλα‐ τούμενος ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἁλιάκμονα, ὃς ἀπ’ αὐτοῦ Ἴναχος μετωνομάσθη. Γεννᾶται δ’ ἐν αὐτῷ
15βοτάνη, Κύουρα καλουμένη, πηγάνῳ προσόμοιος· ἣν αἱ γυναῖκες, ὅταν ἀκινδύνως ἐκτρῶσαι θελήσω‐
σιν, ἐν οἴνῳ βεβρεγμένην τοῖς ὀμφαλοῖς ἐπιτιθέασιν. Γεννᾶται δ’ ἐν αὐτῷ καὶ λίθος, Βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας291
20γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προ‐ συμναίας Ἥρας, καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀρ‐ γολικοῖς· μέμνηται δὲ τούτων καὶ Ἀγάθων ὁ Σάμιος
ἐν βʹ Περὶ ποταμῶν.292